Κυριακή, 26 Μαρτίου 2017

Κατά τούς λόγους τοῦ Ἁγίου Ταρασίου, ὤφειλαν οἱ κρινόμενοι νά χωρισθοῦν ἀπό τούς εἰκονομάχους



 πρό τῆς Ζ΄ Οἰκουμενικῆς Σύνόδου

  π.Νικολάου Δημαρά : Στήν. Ζ΄ Οἰκουμενικήν Σύνοδον πού συνεκλήθη τό 787 μ.Χ. και στά Πρακτικά της διαβάζουμε τά ἑξῆς διαφωτιστικά:

Α΄) Ταράσιος ὁ ἁγιώτατος Πατριάρχης τῷ ἐπισκόπῳ Νεοκαισαρείας εἶπεν: ὡς ἄγνωστός σοι παρῆλθεν ἡ ἀλήθεια ἕως τοῦ νῦν; ἤ ὡς ἐγνωσμένην κατεφρόνησας; καί ἐάν ὡς ἄγνωστός σοι παρῆλθεν, μή αἰδεσθῆς τόν ὀρθόν λόγον μαθεῖν, ὥσπερ οὐκ ἠσχύνθης τόν διεστραμμένον.
-Γρηγόριος ἐπίσκοπος Νεοκαισαρείας εἶπεν:
πίστευσον, Δέσποτα, ὡς ἄγνωστος, αἰτῶ δέ μαθεῖν, καί ὥς κελεύει ὁ δεσπότης καί ἡ ἁγία Σύνοδος.
-Ταράσιος: Λέγε τί θέλεις μαθεῖν.

-Γρηγόριος εἶπεν: Ἡνίκα πᾶσα ἡ ὁμήγυρις αὕτη τό ἕν λαλεῖ καί φρονεῖ, ἔμαθον καί ἐπληροφοθήθην ὅτι ἡ ἀλήθεια αὕτη ἐστίν, ἡ νυνί ζητουμένη καί κηρυσσομένη. Καί διά τοῦτο κἄγώ αἰτῶ συγγνώμην τῶν πρώην μου κακῶν, καί θέλω μετά πάντων καί φωτισθῆναι καί διδαχθῆναι τά πλημελήμματά καί ἁμαρτήματά μου ἄμετρά ἐστι καί ὡς Θεός κατανύξει τήν ἱεράν Σύνοδον καί τόν πανάγιον Δεσπότην...
-Ταράσιος: Ὤφειλες ἐκ τῶν ἀνέκαθεν χρόνων ἀνοῖξαί σου τά ὦτα, καί Παύλου τοῦ θείου Ἀποστόλου ἀκοῦσαι λέγοντος "κρατεῖτε τάς παραδόσεις, ἅς παρελάβετε εἴτε διά λόγου, εἴτε δι' ἐπιστολῆς ἡμῶν" καί πάλιν Τιμοθέῳ καί Τίτῳ γράφοντος "τάς βεβήλους κενοφωνίας παραιτεῖσθαι" τί βεβηλότερον ἤ τί κενοφωνότερον τοῦ λέγειν Χριστιανούς εἰδωλολατρῆσαι;" (Καί χωρίς τόν Ἱερόν Κανόνα τῆς ΑΒ΄ Ἱερᾶς Συνόδου ὄφειλαν οἱ ἐπίσκοποι, σύμφωνα μέ τούς λόγους τοῦ Ἁγίου Ἀποστόλου Παύλου, κατά τόν πολύν Ἅγιον Ταράσιον, νά συνταχθοῦν μέ τούς Ὀρθοδόξους καί νά χωρισθοῦν τῆς κοινωνίας τῶν αἱρετικῶν Εἰκονομάχων! Πόσο μᾶλλον μετά τόν τόν Ἱερόν Κανόνα!)
-Γρηγόριος: Κακόν ἦν καί ὁμολογοῦμεν κακόν ἦν, ἀλλ' οὕτως ἐπράχθη καί οὔτως ἐπράξαμεν καί διά τοῦτο αἰτοῦμεν συγγνώμην τῶν πλημελημμάτων ἡμῶν. Ὁμολογῶ Δέσποτα, ἔμπροσθεν τῆς τιμιωτάτης ἁγιωσύνης ὑμῶν, καί πάντων τῶν ἀδελφῶν τῆς ἁγίας Συνόδου, ὅτι ἡμάρτομεν καί ἠνομήσαμεν, καί κακῶς ἐπράξαμεν καί συγγνώμην αἰτοῦμεν περί τούτου...." Πρακτικά Συνόδων, Τόμ. Β΄, σελ. 742, (242).
Β΄ "Βασίλειος ἐπίσκοπος Ἀγκύρας εἶπεν: ὅθεν καί ἐγώ Βασίλειος ἐπίσκοπος Ἀγκύρας τῆς πόλεως, προαιρούμενος ἑνωθῆναι τῇ Καθολικῇ Ἐκκλησίᾳ ... ταύτην τήν παροῦσαν ἔγγραφόν μου ὁμολογίαν ποιοῦμαι, καί προσάγω ὑμῖν τοῖς ἐξ ἀποστολικῆς αὐθεντίας λαβοῦσι τήν ἐξουσίαν. ἐν ταυτῷ δέ καί συγγνώμην ἐξαιτοῦμαι, παρά τῆς θεοσυλλέκτου ὑμῶν μακαριότητος ὑπέρ ταύτης μου τῆς βραδύτητος.
Δέον γάρ ἦν μή ὑστερηκέναι με πρός τήν τῆς Ὀρθοδοξίας ὁμολογίαν ἀλλά τῆς ἄκρας μου ἀμαθείας καί νωθρείας καί ἠμελημένης διανοίας ἐστί τοῦτο ... πιστεύω τοίνυν καί ὁμολογῶ... " Αὐτ. σελ. 729 "(220).
Γ΄ "Τῇ ἁγίᾳ καί Οἰκουμενικῇ Συνόδῳ Θεοδόσιος, (ἐπίσκοπος Ἀμορίου), ὁ ἐλάχιστος Χριστιανός ὁμολογῶ καί συντίθεμαι καί δέχομαι καί ἀσπάζομαι ... ἥμαρτον εἰς τόν οὐρανόν καί ἐνώπιον ὑμῶν δέξασθέ με ὡς ἐδέξατο ὁ Θεός τόν ἄσωτον καί τήν πόρνην καί τόν ληστήνû ζητήσατέ με καθώς ἐξήτησεν ὁ Χριστός τό ἀπολωλός πρόβατον, ὅ ἀνέλαβεν ἐπί τῶν ὤμων...
-Σάββας ὁ εὐλαβέστατος ἡγούμενος Μονῆς τῶν Στουδίων εἶπε: κατά τάς ἀποστολικάς διατάξεις καί Οἰκουμενικάς Συνόδους, ἄξιός ἐστιν ἀποδοχῆς...
-Ταράσιος ὁ ἁγιώτατος Πατριάρχης εἶπεν: οἵ ποτε κατήγοροι τῆς Ὀρθοδοξίας, νυνί συνήγοροι τῆς ἀληθείας ἐγένοντο..." Αὐτ. σελ. 731 (231).
Δ΄ "Οἱ μοναχοί ἀναλαβόντες εἶπον: ἀλλά τούς παρασυρθέντας καί βίαν παθόντας ὁ πατήρ (Μ. Ἀθανάσιος) προσίεται. Εἰπάτωσαν οὖν ἤ παρεσύρησαν ἤ βίαν ὑπέμειναν, ὅτι ἀπέστησαν τῆς ἀληθείας.
-Ὑπάτιος καί οἱ σύν αὐτῷ ἐπίσκοποι εἶπον: ὅτι ἡμεῖς οὔτε βίαν ὑπομείναμεν, οὐδέ παρεσύρημεν, ἀλλ' ἐν ταυτῇ τῇ αἰρέσει ἡμῶν γεννηθέντες ἀνετράφημεν καί ηὐξήθημεν... Καί αὖθις Θαλάσσιος καί Εὐσέβιος καί Εὐστάθιος καί οἱ εὐλαβέστατοι ἐπίσκοποι εἶπον: Πάντες ἡμάρτομεν, πάντες συγγνώμην αἰτοῦμεν...
-Σάββας ὁ εὐλαβέστατος μοναχός καί ἡγούμενος Μονῆς τῶν Στουδίων εἶπεν: εἰ δοκεῖ τῇ ἁγίᾳ Συνόδῳ, ἴδωμεν τάς χειροτονίας τῶν δεχθέντων εἰ ἀπό αἱρετικῶν ἦσαν ἤ οὔ..." αὐτ. σελ. 736 (236).

Βλέπουμε, λοιπόν, ξεκάθαρα, ὅτι, κατά τούς λόγους τοῦ Ἁγίου Ταρασίου, ὤφειλαν οἱ κρινόμενοι νά χωρισθοῦν ἀπό τούς εἰκονομάχους, πρό τῆς Ζ΄ Οἰκουμενικῆς Σύνόδου, καί μάλιστα μετά ἀπό τήν (εἰκονομαχική) σύνοδο τοῦ 754! Ἐξετάζεται ἐπισταμένως, ἄν χειροτονήθηκαν ἀπό αἱρετικούς γιά νά ἀποφανθεῖ ἡ Σύνοδος ἄν θά γίνουν δεκτοί!
Οἱ ἴδιοι δέ οἱ κρινόμενοι ὁμολογοῦν, ὅτι ἁμάρτησαν, ὅτι ἀπέστησαν τῆς ἀληθείας καί ζητοῦν συγγνώμην, αἰτοῦν συγγνώμην τῶν πρώην κακῶν... τά πλημμελήματα καί ἁμαρτήματα αὐτῶν ἦσαν ἀμέτρητα... ζητοῦν νά τούς δεχθεῖ ἡ Ἁγία Ἐκκλησία ὡς ἀσώτους, ὡς ἀπολωλότα πρόβατα! Ζητοῦν, τέλος, νά ἑνωθοῦν μέ τήν Καθολικήν Ἐκκλησίαν.
Ἑπομένως, ὡς Εἰκονομάχοι ἦσαν ἐκτός τῆς Καθολικῆς Ἐκκλησίας, ἐφ' ὅσον δέν εἶχαν ἀποτειχισθεῖ, -(πάντοτε πρό συνοδικῆς διαγνώμης καί μάλιστα μετά ἀπό τήν ἀντίθετη συνοδική διαγνώμη τῆς εἰονομαχικῆς συνόδου τοῦ 754),- γιά νά συμπάσχουν, νά συνδιώκονται καί νά συμβασανίζονται μέ τούς ἀγωνιζομένους εἰκονοφίλους Ὀρθοδόξους.
Ἔτσι, ἀκριβῶς, καί οἱ Νεοημερολογίτες καί οἱ Οἰκουμενιστές, ὡς ἄλλοι σύγχρονοι Εἰκονομάχοι, εἶναι ἐκτός τῆς Καθολικῆς (Ὀρθοδόξου) Ἐκκλησίας.

πηγή ορθόδοξη φωνή
        

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Παρακαλώ πολύ μην γράφετε υβριστικά ή προβοκατόρικα σχόλια διότι θα διαγράφονται.